Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.303 Joseph. AJ 5.308 (English) >>Joseph. AJ 5.314

5.306

Παρέβαινε δʼ ἤδη τὰ πάτρια καὶ τὴν οἰκείαν δίαιταν παρεχάρασσεν ξενικῶν μιμήσει ἐθισμῶν καὶ τοῦτʼ αὐτῷ ἀρχὴ κακοῦ γίνεται· γυναικὸς γὰρ ἑταιριζομένης παρὰ τοῖς Παλαιστίνοις ἐρασθεὶς Δαλάλης τοὔνομα συνῆν αὐτῇ. 5.307καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφʼ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προύχει κατʼ ἀρετήν. 5.308 δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν Δαλάλην φάμενος, εἰ κλήμασιν ἑπτὰ δεθείη ἀμπέλου ἔτι καὶ περιειλεῖσθαι δυναμένοις, ἀσθενέστερος ἂν πάντων ἔσοιτο. 5.309 δὲ τότε μὲν ἡσύχασεν, ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστίνων ἐνίδρυσε τῶν στρατιωτῶν ἔνδον τινὰς καὶ μεθύοντα κατέδει τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον, ἔπειτʼ ἀνεγείρασα ἐδήλου παρεῖναί τινας ἐπʼ αὐτόν. 5.310 δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατʼ ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθʼ ἅπερ δεῖται, ὡς οὐ σιγησομένης ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ. 5.311τοῦ δὲ πάλιν ἀπατῶντος αὐτὴν καὶ φήσαντος ἑπτὰ κάλοις δεθέντα τὴν ἰσχὺν ἀπολέσειν, ἐπεὶ καὶ τοῦτο ποιήσασα οὐδὲν ἤνυσεν, τρίτον συνυφῆναι τὰς κόμας αὐτοῦ ἐμήνυσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.303 Joseph. AJ 5.308 (English) >>Joseph. AJ 5.314

Powered by PhiloLogic